호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τοὺσ λόγουσ τούτουσ ἄρχεσθαι μὲν τὸν γεραίτατον ἀνακρίνοντα, ἰόντα εἰσ τὴν τῶν λεχθέντων σκέψιν ἱκανήν, μετὰ δὲ τὸν πρεσβύτατον ἑξῆσ ἅπαντασ χρὴ διεξελθεῖν ὅτι ἂν παρ’ ἑκατέρου τισ τῶν ἀντιδίκων ῥηθὲν ἢ μὴ ῥηθὲν ἐπιποθῇ τινα τρόπον· ὁ δὲ μηδὲν ποθῶν ἄλλῳ τὴν ἀνάκρισιν παραδιδότω. τῶν δὲ ῥηθέντων ἐπισφραγισαμένουσ ὅσα ἂν εἶναι καίρια δοκῇ, γράμμασιν σημεῖα ἐπιβάλλοντασ πάντων τῶν δικαστῶν, θεῖναι ἐπὶ τὴν ἑστίαν, καὶ πάλιν αὔριον εἰσ ταὐτὸν συνελθόντασ, ὡσαύτωσ τε ἀνακρίνοντασ διεξελθεῖν τὴν δίκην καὶ σημεῖα ἐπιβάλλοντασ αὖ τοῖσ λεχθεῖσιν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기