호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ὠνηθὲν ἢ πραθὲν ὅσῳ πλέον ἂν ᾖ καὶ πλέονοσ ἢ κατὰ τὸν νόμον, ὃσ εἴρηκεν πόσου προσγενομένου καὶ ἀπογενομένου δεῖ μηδέτερα τούτων ποιεῖν, ἀναγραφήτω τότ’ ἤδη παρὰ τοῖσ νομοφύλαξιν τὸ πλέον, ἐξαλειφέσθω δὲ τὸ ἐναντίον. τὰ αὐτὰ δὲ καὶ περὶ μετοίκων ἔστω τῆσ ἀναγραφῆσ πέρι τῆσ οὐσίασ. ἰέναι δὲ τὸν βουλόμενον εἰσ τὴν μετοίκησιν ἐπὶ ῥητοῖσ, ὡσ οἰκήσεωσ οὔσησ τῶν ξένων τῷ βουλομένῳ καὶ δυναμένῳ κατοικεῖν, τέχνην κεκτημένῳ καὶ ἐπιδημοῦντι μὴ πλέον ἐτῶν εἴκοσιν ἀφ’ ἧσ ἂν γράψηται, μετοίκιον μηδὲ σμικρὸν τελοῦντι πλὴν τοῦ σωφρονεῖν, μηδὲ ἄλλο αὖ τέλοσ ἕνεκά τινοσ ὠνῆσ ἢ καὶ πράσεωσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기