호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τροφῆς δὲ καὶ διανομῆς τῶν ἐκ τῆς χώρας ἐγγὺς τῆς τοῦ Κρητικοῦ νόμου ἐοίκεν ὀρθότης ἄν τις γιγνομένη κατὰ τρόπον γίγνεσθαι.? δώδεκα μὲν γὰρ δὴ μέρη τὰ πάντα ἐκ τῆς χώρας γιγνόμενα νέμειν χρεὼν πάντας, ᾗπερ καὶ ἀναλωτέα: τὸ δὲ δωδέκατον μέρος ἕκαστον - οἱο῀ν πυρῶν καὶ κριθῶν, οἷσιν δὴ καὶ τὰ ἅπαντα ἀκολουθείτω τὰ ἄλλα ὡραῖα νεμόμενα, καὶ ὅσα ζῷα σύμπαντα πράσιμα ἐν ἑκάστοις ᾖ - τριχῇ διαιρείσθω κατὰ λόγον, ἓν μὲν μέρος τοῖς ἐλευθέροις, ἓν δὲ τοῖς τούτων οἰκέταις:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기