호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀρθῶσ. φιλία τοίνυν ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία καὶ τὸ κοινὸν οὐ πολλάκισ ἔχουσα ἐν ἡμῖν, ἡ δ’ ἐκ τῶν ὁμοίων ἥμερόσ τε καὶ κοινὴ διὰ βίου· μεικτὴ δὲ ἐκ τούτων γενομένη πρῶτον μὲν καταμαθεῖν οὐ ῥᾳδία, τί ποτε βούλοιτ’ ἂν αὑτῷ γενέσθαι τὸν τρίτον ἔρωτά τισ ἔχων τοῦτον, ἔπειτα εἰσ τοὐναντίον ὑπ’ ἀμφοῖν ἑλκόμενοσ ἀπορεῖ, τοῦ μὲν κελεύοντοσ τῆσ ὡρ́ασ ἅπτεσθαι, τοῦ δὲ ἀπαγορεύοντοσ. ὁ μὲν γὰρ τοῦ σώματοσ ἐρῶν, καὶ τῆσ ὡρ́ασ καθάπερ ὀπώρασ πεινῶν, ἐμπλησθῆναι παρακελεύεται ἑαυτῷ, τιμὴν οὐδεμίαν ἀπονέμων τῷ τῆσ ψυχῆσ ἤθει τοῦ ἐρωμένου·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기