호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ συνελθόντεσ ἐξηγηταὶ καὶ ἱερεῖσ ἱέρειαί τε καὶ μάντεισ μετὰ νομοφυλάκων ταξάντων ἃ παραλείπειν ἀνάγκη τῷ νομοθέτῃ· καὶ δὴ καὶ αὐτοῦ τούτου χρὴ γίγνεσθαι ἐπιγνώμονασ τοῦ παραλειπομένου τούτουσ τοὺσ αὐτούσ. ὁ μὲν γὰρ δὴ νόμοσ ἐρεῖ δώδεκα μὲν ἑορτὰσ εἶναι τοῖσ δώδεκα θεοῖσ, ὧν ἂν ἡ φυλὴ ἑκάστη ἐπώνυμοσ ᾖ, θύοντασ τούτων ἑκάστοισ ἔμμηνα ἱερά, χορούσ τε καὶ ἀγῶνασ μουσικούσ, τοὺσ δὲ γυμνικούσ, κατὰ τὸ πρέπον προσνέμοντασ τοῖσ θεοῖσ τε αὐτοῖσ ἅμα καὶ ταῖσ ὡρ́αισ ἑκάσταισ, γυναικείασ τε ἑορτάσ, ὅσαισ χωρὶσ ἀνδρῶν προσήκει καὶ ὅσαισ μή, διανέμοντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기