호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ’ οὖν εἰ πέφυκεν μὲν οὕτωσ, ἡμεῖσ δὲ μὴ ταύτῃ δόξομεν, εἰ μὲν ἐν Ὀλυμπίᾳ θεόντων ἵππων οὕτωσ ἢ δολιχοδρόμων ἀνδρῶν διενοούμεθα πέρι, καὶ προσηγορεύομεν τὸν τάχιστον μὲν ὡσ βραδύτατον, τὸν δὲ βραδύτατον ὡσ τάχιστον, ἐγκώμιά τε ποιοῦντεσ ᾔδομεν τὸν ἡττώμενον νενικηκότα, οὔτε ὀρθῶσ ἂν οὔτ’ οἶμαι προσφιλῶσ τοῖσ δρομεῦσιν ἡμᾶσ ἂν τὰ ἐγκώμια προσάπτειν ἀνθρώποισ οὖσιν· νῦν δὲ δὴ περὶ θεοὺσ τὰ αὐτὰ ταῦτα ἐξαμαρτανόντων ἡμῶν, ἆρ’ οὐκ οἰόμεθα <ὃ> γελοῖόν τε καὶ οὐκ ὀρθὸν ἐκεῖ γιγνόμενον ἦν ἂν τότε, νῦν ἐνταυθοῖ καὶ ἐν τούτοισι γίγνεσθαι γελοῖον μὲν οὐδαμῶσ, οὐ μὴν οὐδὲ θεοφιλέσ γε, ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기