- 텍스트

Plato, Laws, book 7 207:

(플라톤, Laws, book 7 207:)

νὴ τὸν Δία, ὦ ξένε, ἀληθὲς τοῦτο λέγεις:? ἐν γὰρ δὴ τῷ βίῳ πολλάκις ἑώρακα καὶ αὐτὸς τόν τε Εὡσφόρον καὶ τὸν Ἕσπερον καὶ ἄλλους τινὰς οὐδέποτε ἰόντας εἰς τὸν αὐτὸν δρόμον ἀλλὰ πάντῃ πλανωμένους, τὸν δὲ ἥλιόν που καὶ σελήνην δρῶντας ταῦθ ἃ ἀεὶ πάντες συνεπιστάμεθα. ταῦτ ἔστι τοίνυν, ὦ Μέγιλλέ τε καὶ Κλεινία, νῦν ἃ δή φημι δεῖν περὶ θεῶν τῶν κατ οὐρανὸν τούς γε ἡμετέρους πολίτας τε καὶ τοὺς νέους τὸ μέχρι τοσούτου μαθεῖν περὶ ἁπάντων τούτων, μέχρι τοῦ μὴ βλασφημεῖν περὶ αὐτά, εὐφημεῖν δὲ ἀεὶ θύοντάς τε καὶ ἐν εὐχαῖς εὐχομένους εὐσεβῶς. τοῦτο μὲν ὀρθόν, εἴ γε πρῶτον μὲν δυνατόν ἐστιν ὃ λέγεις μαθεῖν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION