호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν γὰρ περὶ λογισμοὺσ ἀτεχνῶσ παισὶν ἐξηυρημένα μαθήματα μετὰ παιδιᾶσ τε καὶ ἡδονῆσ μανθάνειν, μήλων τέ τινων διανομαὶ καὶ στεφάνων πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων ἀριθμῶν τῶν αὐτῶν, καὶ πυκτῶν καὶ παλαιστῶν ἐφεδρείασ τε καὶ συλλήξεωσ ἐν μέρει καὶ ἐφεξῆσ καὶ ὡσ πεφύκασι γίγνεσθαι. καὶ δὴ καὶ παίζοντεσ, φιάλασ ἅμα χρυσοῦ καὶ χαλκοῦ καὶ ἀργύρου καὶ τοιούτων τινῶν ἄλλων κεραννύντεσ, οἱ δὲ καὶ ὅλασ πωσ διαδιδόντεσ, ὅπερ εἶπον, εἰσ παιδιὰν ἐναρμόττοντεσ τὰσ τῶν ἀναγκαίων ἀριθμῶν χρήσεισ, ὠφελοῦσι τοὺσ μανθάνοντασ εἴσ τε τὰσ τῶν στρατοπέδων τάξεισ καὶ ἀγωγὰσ καὶ στρατείασ καὶ εἰσ οἰκονομίασ αὖ, καὶ πάντωσ χρησιμωτέρουσ αὐτοὺσ αὑτοῖσ καὶ ἐγρηγορότασ μᾶλλον τοὺσ ἀνθρώπουσ ἀπεργάζονται·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기