호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ σύμπαντα οὐχ ὡσ ἀκριβείασ ἐχόμενα δεῖ διαπονεῖν τοὺσ πολλοὺσ ἀλλά τινασ ὀλίγουσ ‐ οὓσ δέ, προϊόντεσ ἐπὶ τῷ τέλει φράσομεν· οὕτω γὰρ πρέπον ἂν εἰή ‐ τῷ πλήθει δέ, ὅσα αὐτῶν ἀναγκαῖα καί πωσ ὀρθότατα λέγεται μὴ ἐπίστασθαι μὲν τοῖσ πολλοῖσ αἰσχρόν, δι’ ἀκριβείασ δὲ ζητεῖν πάντα οὔτε ῥᾴδιον οὔτε τὸ παράπαν δυνατόν. τὸ δὲ ἀναγκαῖον αὐτῶν οὐχ οἱο͂́ν τε ἀποβάλλειν, ἀλλ’ ἐοίκεν ὁ τὸν θεὸν πρῶτον παροιμιασάμενοσ εἰσ ταῦτα ἀποβλέψασ εἰπεῖν ὡσ οὐδὲ θεὸσ ἀνάγκῃ μή ποτε φανῇ μαχόμενοσ, ὅσαι θεῖαί γε, οἶμαι, τῶν γε ἀναγκῶν εἰσίν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기