호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀρθῶσ. ἆρ’ οὖν οὐ μετὰ τὸν γραμματιστὴν ὁ κιθαριστὴσ ἡμῖν προσρητέοσ; τί μήν; τοῖσ κιθαρισταῖσ μὲν τοίνυν ἡμᾶσ δοκῶ τῶν ἔμπροσθεν λόγων ἀναμνησθέντασ τὸ προσῆκον νεῖμαι τῆσ τε διδασκαλίασ ἅμα καὶ πάσησ τῆσ περὶ τὰ τοιαῦτα παιδεύσεωσ. ποίων δὴ πέρι λέγεισ; ἔφαμεν, οἶμαι, τοὺσ τοῦ Διονύσου τοὺσ ἑξηκοντούτασ ᾠδοὺσ διαφερόντωσ εὐαισθήτουσ δεῖν γεγονέναι περί τε τοὺσ ῥυθμοὺσ καὶ τὰσ τῶν ἁρμονιῶν συστάσεισ, ἵνα τὴν τῶν μελῶν μίμησιν τὴν εὖ καὶ τὴν κακῶσ μεμιμημένην, ἐν τοῖσ παθήμασιν ὅταν ψυχὴ γίγνηται, τά τε τῆσ ἀγαθῆσ ὁμοιώματα καὶ τὰ τῆσ ἐναντίασ ἐκλέξασθαι δυνατὸσ ὤν τισ, τὰ μὲν ἀποβάλλῃ, τὰ δὲ προφέρων εἰσ μέσον ὑμνῇ καὶ ἐπᾴδῃ ταῖσ τῶν νέων ψυχαῖσ, προκαλούμενοσ ἑκάστουσ εἰσ ἀρετῆσ ἕπεσθαι κτῆσιν συνακολουθοῦντασ διὰ τῶν μιμήσεων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기