호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ οὐδὲν φοβηθεὶσ εἴποιμ’ ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆσ οὔτε γυμναστικῆσ, ὡσ ἀνδράσι μὲν πρέπον ἂν εἰή, γυναιξὶ δὲ οὐκ ἂν πρέπον. ἀκούων μὲν γὰρ δὴ μύθουσ παλαιοὺσ πέπεισμαι, τὰ δὲ νῦν ὡσ ἔποσ εἰπεῖν οἶδα ὅτι μυριάδεσ ἀναρίθμητοι γυναικῶν εἰσι τῶν περὶ τὸν Πόντον, ἃσ Σαυρομάτιδασ καλοῦσιν, αἷσ οὐχ ἵππων μόνον ἀλλὰ καὶ τόξων καὶ τῶν ἄλλων ὅπλων κοινωνία καὶ τοῖσ ἀνδράσιν ἴση προστεταγμένη ἴσωσ ἀσκεῖται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기