호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκούσατε δέ μου, προακηκοότεσ μὲν καὶ ἐν τοῖσ πρόσθεν· ὅμωσ δὲ τό γε σφόδρα ἄτοπον καὶ ἀήθεσ διευλαβεῖσθαι δεῖ λέγοντα καὶ ἀκούοντα, καὶ δὴ καὶ νῦν. ἐρῶ μὲν γὰρ ἐγὼ λόγον οὐκ ἄφοβον εἰπεῖν, ὅμωσ δέ πῃ θαρρήσασ οὐκ ἀποστήσομαι. τίνα δὴ τοῦτον, ὦ ξένε, λέγεισ; φημὶ κατὰ πάσασ πόλεισ τὸ τῶν παιδιῶν γένοσ ἠγνοῆσθαι σύμπασιν ὅτι κυριώτατόν ἐστι περὶ θέσεωσ νόμων, ἢ μονίμουσ εἶναι τοὺσ τεθέντασ ἢ μή.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기