호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ ῥᾴδιον, ὦ ξένε, παρέντασ ταῦτα ἄλλα ἔχειν βελτίω τούτων περὶ γυμναστικῆσ ἅμα καὶ ἀγωνίασ εἰπεῖν. τὸ τοίνυν τούτοισ ἑξῆσ περὶ τὰ τῶν Μουσῶν τε καὶ Ἀπόλλωνοσ δῶρα, τότε μέν, ὡσ ἅπαντα εἰρηκότεσ, ᾠόμεθα καταλείπειν μόνα τὰ περὶ γυμναστικῆσ· νῦν δ’ ἔστιν δῆλα ἅ τ’ ἐστὶν καὶ ὅτι πρῶτα πᾶσιν ῥητέα. λέγωμεν τοίνυν ἑξῆσ αὐτά. πάνυ μὲν οὖν λεκτέον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기