호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔδειξεν δὲ ταῦτα ὁ τῶν Σκυθῶν νόμοσ, οὐκ ἐν ἀριστερᾷ μὲν τόξον ἀπάγων, ἐν δεξιᾷ δὲ οἰστὸν προσαγόμενοσ μόνον, ἀλλ’ ὁμοίωσ ἑκατέροισ ἐπ’ ἀμφότερα χρώμενοσ· πάμπολλα δ’ ἕτερα τοιαῦτα παραδείγματα ἐν ἡνιοχείαισ τέ ἐστι καὶ ἐν ἑτέροισ, ἐν οἷσιν μαθεῖν δυνατὸν ὅτι παρὰ φύσιν κατασκευάζουσιν οἱ ἀριστερὰ δεξιῶν ἀσθενέστερα κατασκευάζοντεσ. ταῦτα δ’, ὅπερ εἴπομεν, ἐν μὲν κερατίνοισ πλήκτροισ καὶ ἐν ὀργάνοισ τοιούτοισ οὐδὲν μέγα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기