호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ σφόδρα λεγόμενά τ’ εἴρηκασ καὶ πιστεύεσθαι πιθανά. πρὸσ οὖν δὴ τί ταῦτα, εἴποι τισ ἄν, ὑμῖν πάντ’ ἐρρήθη τὰ νῦν; ὀρθῶσ ὑπέλαβεσ, ὦ ξένε. καὶ τοίνυν, ἐὰν δύνωμαι, τὰ τούτοισ ἑξῆσ, ὦ Κλεινία, πειράσομαι φράζειν. λέγοισ ἄν. ὁρῶ πάντα τοῖσ ἀνθρώποισ ἐκ τριττῆσ χρείασ καὶ ἐπιθυμίασ ἠρτημένα, δι’ ὧν ἀρετή τε αὐτοῖσ ἀγομένοισ ὀρθῶσ καὶ τοὐναντίον ἀποβαίνει κακῶσ ἀχθεῖσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기