호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐοίκε γοῦν. ὃ δὴ ἔλεγον, ὅτι θαυμαστὸν ὂν τοῦτό ποτε καὶ φοβερὸν ἐπιτάξαι τισίν, νῦν οὐχ ὁμοίωσ τῷ προστάττοντι δυσχερὲσ ἂν εἰή νομοθετεῖν αὐτό· τὸ δ’ ἑξῆσ τούτῳ, πεφυκόσ τε ὀρθῶσ ἂν γίγνεσθαι γιγνόμενον, νῦν τε οὐδαμῇ γιγνόμενον, ὀλίγου τε ποιοῦν τὸν νομοθέτην, τὸ τῶν παιζόντων, εἰσ πῦρ ξαίνειν καὶ μυρία ἕτερα τοιαῦτα ἀνήνυτα ποιοῦντα δρᾶν, οὐ ῥᾴδιον οὔτ’ εἰπεῖν οὔτ’ εἰπόντα ἀποτελεῖν. τί δὴ τοῦτο, ὦ ξένε, ἐπιχειρῶν λέγειν ἐοίκασ σφόδρα ἀποκνεῖν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기