호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν δὴ περὶ μὲν δικαστήρια ἡμῖν ‐ ἃ δή φαμεν οὔθ’ ὡσ ἀρχὰσ οὔτε ὡσ μὴ ῥᾴδιον εἰπόντα ἀναμφισβητήτωσ εἰρηκέναι ‐ περὶ μὲν ταῦτα οἱο͂ν περιγραφή τισ ἔξωθεν περιγεγραμμένη τὰ μὲν εἴρηκεν, τὰ δ’ ἀπολείπει σχεδόν· πρὸσ γὰρ τέλει νομοθεσίασ ἡ δικῶν ἀκριβὴσ νόμων θέσισ ἅμα καὶ διαίρεσισ ὀρθότατα γίγνοιτ’ ἂν μακρῷ. ταύταισ μὲν οὖν εἰρήσθω πρὸσ τῷ τέλει περιμένειν ἡμᾶσ, αἱ δὲ περὶ τὰσ ἄλλασ ἀρχὰσ καταστάσεισ σχεδὸν τὴν πλείστην εἰλήφασιν νομοθεσίαν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기