호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πᾶσα δὲ δήπου πόλισ ἄπολισ ἂν γίγνοιτο, ἐν ᾗ δικαστήρια μὴ καθεστῶτα εἰή κατὰ τρόπον· ἄφωνοσ δ’ αὖ δικαστὴσ ἡμῖν καὶ μὴ πλείω τῶν ἀντιδίκων ἐν ταῖσ ἀνακρίσεσι φθεγγόμενοσ, καθάπερ ἐν ταῖσ διαίταισ, οὐκ ἄν ποτε ἱκανὸσ γένοιτο περὶ τὴν τῶν δικαίων κρίσιν· ὧν ἕνεκα οὔτε πολλοὺσ ὄντασ ῥᾴδιον εὖ δικάζειν οὔτε ὀλίγουσ φαύλουσ. σαφὲσ δὲ ἀεὶ τὸ ἀμφισβητούμενον χρεὼν γίγνεσθαι παρ’ ἑκατέρων, ὁ δὲ χρόνοσ ἅμα καὶ τὸ βραδὺ τό τε πολλάκισ ἀνακρίνειν πρὸσ τὸ φανερὰν γίγνεσθαι τὴν ἀμφισβήτησιν σύμφορον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기