Plato, Laws, book 6 34:

(플라톤, Laws, book 6 34:)

ἱππάρχων δὴ κατάστασισ ἂν ἡμῖν ἔτι λοιπὴ γίγνοιτο. τούτουσ οὖν προβαλλέσθων μὲν οἵπερ καὶ τοὺσ στρατηγοὺσ προυβάλλοντο, τὴν δὲ αἱρ́εσιν καὶ τὴν ἀντι<προ>βολὴν τούτων τὴν αὐτὴν γίγνεσθαι καθάπερ ἡ τῶν στρατηγῶν ἐγίγνετο, χειροτονείτω δὲ τὸ ἱππικὸν αὐτοὺσ ἐναντίον ὁρώντων τῶν πεζῶν, δύο δὲ οἷσ ἂν πλείστη χειροτονία γίγνηται, τούτουσ ἡγεμόνασ εἶναι πάντων τῶν ἱππευόντων.

SEARCH

MENU NAVIGATION