호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν οὖν δὴ καὶ κατὰ σχολὴν δεῖ βεβαίωσ λαβεῖν, οἷσ ἂν ὁ νόμοσ προστάττῃ λαμβάνειν· ἔχει γὰρ οὖν οὐκ ἄλλωσ ἢ ταύτῃ, δεῖ δὲ αὐτὰ ῥηθῆναι τῶνδε ἕνεκα κατοικίζοντι πόλιν. οὔτ’ ἂν καινὴν ἐξ ἀρχῆσ τισ ποιῇ οὔτ’ ἂν παλαιὰν διεφθαρμένην ἐπισκευάζηται, περὶ θεῶν γε καὶ ἱερῶν, ἅττα τε ἐν τῇ πόλει ἑκάστοισ ἱδρῦσθαι δεῖ καὶ ὧντινων ἐπονομάζεσθαι θεῶν ἢ δαιμόνων, οὐδεὶσ ἐπιχειρήσει κινεῖν νοῦν ἔχων ὅσα ἐκ Δελφῶν ἢ Δωδώνησ ἢ παρ’ Ἄμμωνοσ ἤ τινεσ ἔπεισαν παλαιοὶ λόγοι ὁπῃδή τινασ πείσαντεσ, φασμάτων γενομένων ἢ ἐπιπνοίασ λεχθείσησ θεῶν, πείσαντεσ δὲ θυσίασ τελεταῖσ συμμείκτουσ κατεστήσαντο εἴτε αὐτόθεν ἐπιχωρίουσ εἴτ’ οὖν Τυρρηνικὰσ εἴτε Κυπρίασ εἴτε ἄλλοθεν ὁθενοῦν, καθιέρωσαν δὲ τοῖσ τοιούτοισ λόγοισ φήμασ τε καὶ ἀγάλματα καὶ βωμοὺσ καὶ ναούσ, τεμένη τε τούτων ἑκάστοισ ἐτεμένισαν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기