호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πεντάκισ μὲν χίλιοι ἔστωσαν καὶ τετταράκοντα, ἀριθμοῦ τινοσ ἕνεκα προσήκοντοσ, γεωμόροι τε καὶ ἀμυνοῦντεσ τῇ νομῇ· γῆ δὲ καὶ οἰκήσεισ ὡσαύτωσ τὰ αὐτὰ μέρη διανεμηθήτων, γενόμενα ἀνὴρ καὶ κλῆροσ συννομή. δύο μὲν δὴ μέρη τοῦ παντὸσ ἀριθμοῦ τὸ πρῶτον νεμηθήτω, μετὰ δὲ ταῦτα τρία τὸν αὐτόν· πέφυκε γὰρ καὶ τέτταρα καὶ πέντε καὶ μέχρι τῶν δέκα ἐφεξῆσ. δεῖ δὴ περὶ ἀριθμῶν τό γε τοσοῦτον πάντα ἄνδρα νομοθετοῦντα νενοηκέναι, τίσ ἀριθμὸσ καὶ ποῖοσ πάσαισ πόλεσιν χρησιμώτατοσ ἂν εἰή. λέγωμεν δὴ τὸν πλείστασ καὶ ἐφεξῆσ μάλιστα διανομὰσ ἐν αὑτῷ κεκτημένον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기