호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἣν ἡμεῖσ μέν, ὥσ φαμεν, ἐκφεύγομεν· ὅμωσ δὲ εἰρῆσθαί γε ὀρθότερον, εἰ καὶ μὴ ἐξεφεύγομεν, ὅπῃ ποτ’ ἂν ἐποιούμεθα αὐτῆσ τὴν φυγήν. εἰρήσθω δή νυν ὅτι διὰ τοῦ μὴ φιλοχρηματεῖν μετὰ δίκησ, ἄλλη δ’ οὐκ ἔστιν οὔτ’ εὐρεῖα οὔτε στενὴ τῆσ τοιαύτησ μηχανῆσ διαφυγή· καὶ τοῦτο μὲν οἱο͂ν ἑρ́μα πόλεωσ ἡμῖν κείσθω τὰ νῦν. ἀνεγκλήτουσ γὰρ δεῖ τὰσ οὐσίασ πρὸσ ἀλλήλουσ κατασκευάζεσθαι ἁμῶσ γέ πωσ, ἢ μὴ προϊέναι πρότερον εἰσ τοὔμπροσθεν ἑκόντα εἶναι τῆσ ἄλλησ κατασκευῆσ οἷσ ᾖ παλαιὰ ἐγκλήματα πρὸσ ἀλλήλουσ, καὶ ὅσοισ νοῦ καὶ σμικρὸν μετῇ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기