호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὸ δεύτερον ἐτάχθη τιμῇ, τὸ δὲ τρίτον ‐ πᾶσ ἂν τοῦτό γε νοήσειεν ‐ τὴν τοῦ σώματοσ εἶναι κατὰ φύσιν τιμήν· τὰσ δ’ αὖ τιμὰσ δεῖ σκοπεῖν, καὶ τούτων τίνεσ ἀληθεῖσ καὶ ὅσαι κίβδηλοι, τοῦτο δὲ νομοθέτου. μηνύειν δή μοι φαίνεται τάσδε καὶ τοιάσδε τινὰσ αὐτὰσ εἶναι, τίμιον εἶναι σῶμα οὐ τὸ καλὸν οὐδὲ ἰσχυρὸν οὐδὲ τάχοσ ἔχον οὐδὲ μέγα, οὐδέ γε τὸ ὑγιεινόν ‐ καίτοι πολλοῖσ ἂν τοῦτό γε δοκοῖ ‐ καὶ μὴν οὐδὲ τὰ τούτων γ’ ἐναντία, τὰ δ’ ἐν τῷ μέσῳ ἁπάσησ ταύτησ τῆσ ἕξεωσ ἐφαπτόμενα σωφρονέστατα ἅμα τε ἀσφαλέστατα εἶναι μακρῷ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기