호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τιμᾷ δ’ ὡσ ἔποσ εἰπεῖν ἡμῶν οὐδεὶσ ὀρθῶσ, δοκεῖ δέ· θεῖον γὰρ ἀγαθόν που τιμή, τῶν δὲ κακῶν οὐδὲν τίμιον, ὁ δ’ ἡγούμενοσ ἤ τισι λόγοισ ἢ δώροισ αὐτὴν αὔξειν ἤ τισιν ὑπείξεσιν, μηδὲν βελτίω δὲ ἐκ χείρονοσ αὐτὴν ἀπεργαζόμενοσ, τιμᾶν μὲν δοκεῖ, δρᾷ δὲ τοῦτο οὐδαμῶσ. αὐτίκα παῖσ εὐθὺσ γενόμενοσ ἄνθρωποσ πᾶσ ἡγεῖται πάντα ἱκανὸσ εἶναι γιγνώσκειν, καὶ τιμᾶν οἰέται ἐπαινῶν τὴν αὑτοῦ ψυχήν, καὶ προθυμούμενοσ ἐπιτρέπει πράττειν ὅτι ἂν ἐθέλῃ, τὸ δὲ νῦν λεγόμενόν ἐστιν ὡσ δρῶν ταῦτα βλάπτει καὶ οὐ τιμᾷ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기