호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ναί, ταῦτ’ ἦν ἃ τότε ἐλέχθη. σκόπει δὴ ποτέροισ τισὶν ἡ πόλισ ἡμῖν ἐστιν παραδοτέα. γέγονεν γὰρ δὴ μυριάκισ ἤδη τὸ τοιοῦτον ἔν τισι πόλεσιν. τὸ ποῖον; ἀρχῶν περιμαχήτων γενομένων, οἱ νικήσαντεσ τά τε πράγματα κατὰ τὴν πόλιν οὕτωσ ἐσφετέρισαν σφόδρα, ὥστε ἀρχῆσ μηδ’ ὁτιοῦν μεταδιδόναι τοῖσ ἡττηθεῖσιν, μήτε αὐτοῖσ μήτε ἐκγόνοισ, παραφυλάττοντεσ δὲ ἀλλήλουσ ζῶσιν, ὅπωσ μή ποτέ τισ εἰσ ἀρχὴν ἀφικόμενοσ ἐπαναστῇ μεμνημένοσ τῶν ἔμπροσθεν γεγονότων κακῶν. ταύτασ δήπου φαμὲν ἡμεῖσ νῦν οὔτ’ εἶναι πολιτείασ, οὔτ’ ὀρθοὺσ νόμουσ ὅσοι μὴ συμπάσησ τῆσ πόλεωσ ἕνεκα τοῦ κοινοῦ ἐτέθησαν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기