호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ’ ἄνθρωποσ εἷσ ἢ ὀλιγαρχία τισ, ἢ καὶ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην, στέγουσαν δὲ οὐδὲν ἀλλ’ ἀνηνύτῳ καὶ ἀπλήστῳ κακῷ νοσήματι συνεχομένην, ἄρξει δὴ πόλεωσ ἤ τινοσ ἰδιώτου καταπατήσασ ὁ τοιοῦτοσ τοὺσ νόμουσ, ὃ νυνδὴ ἐλέγομεν, οὐκ ἔστι σωτηρίασ μηχανή. σκοπεῖν δὴ δεῖ τοῦτον τὸν λόγον ἡμᾶσ, ὦ Κλεινία, πότερον αὐτῷ πεισόμεθα ἢ πῶσ δράσομεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기