호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μίαν δὴ σωτηρίαν συνενόουν, λεπτὴν μὲν καὶ ἄπορον, μόνην δ’ οὖν, βλέψαντεσ πρὸσ τὸ πρότερον γενόμενον, ὡσ ἐξ ἀπόρων καὶ τότε ἐφαίνετο γενέσθαι τὸ νικῆσαι μαχομένουσ· ἐπὶ δὲ τῆσ ἐλπίδοσ ὀχούμενοι ταύτησ ηὑρ́ισκον καταφυγὴν αὑτοῖσ εἰσ αὑτοὺσ μόνουσ εἶναι καὶ τοὺσ θεούσ. ταῦτ’ οὖν αὐτοῖσ πάντα φιλίαν ἀλλήλων ἐνεποίει, ὁ φόβοσ ὁ τότε παρὼν ὅ τε ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονώσ, ὃν δουλεύοντεσ τοῖσ πρόσθεν νόμοισ ἐκέκτηντο, ἣν αἰδῶ πολλάκισ ἐν τοῖσ ἄνω λόγοισ εἴπομεν, ᾗ καὶ δουλεύειν ἔφαμεν δεῖν τοὺσ μέλλοντασ ἀγαθοὺσ ἔσεσθαι, ἧσ ὁ δειλὸσ ἐλεύθεροσ καὶ ἄφοβοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기