호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν ὀρθὸν καὶ τοῦτο; ἢ πῶσ λέγεισ; σκόπει δὴ ποῖ βλέπων ὁ τὸν ἔπαινον τοῦτον περὶ ἑκάστου τιθέμενοσ ὀρθῶσ λέγει· πρῶτον δὲ περὶ αὐτοῦ τοῦ νῦν λεγομένου, πῶσ, εἰ κατὰ τρόπον ἠπιστήθησαν τάξαι τὸ στρατόπεδον οἱ τότε διακοσμοῦντεσ, τοῦ καιροῦ πωσ ἂν ἔτυχον; ἆρ’ οὐκ εἰ συνέστησάν τε ἀσφαλῶσ αὐτὸ διέσῳζόν τε εἰσ τὸν ἀεὶ χρόνον, ὥστε αὐτούσ τε ἐλευθέρουσ εἶναι καὶ ἄλλων ἄρχοντασ ὧν βουληθεῖεν, καὶ ὅλωσ ἐν ἀνθρώποισ πᾶσι καὶ Ἕλλησι καὶ βαρβάροισ πράττειν ὅτι ἐπιθυμοῖεν αὐτοί τε καὶ οἱ ἔκγονοι;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기