호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάντε μέγας καὶ ἰσχυρὸς ἐάντε μικρὸς καὶ ἀσθενὴς ᾖ, καὶ ἐὰν πλουτῇ καὶ μή:? ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος, ἄθλιός τ ἐστὶ καὶ ἀνιαρῶς ζῇ. καὶ "οὔτ ἂν μνησαίμην," φησὶν ὑμῖν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει, "οὔτ ἐν λόγῳ ἄνδρα τιθείμην," ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ "καὶ δηΐων" τοιοῦτος ὢν "ὀρέγοιτο ἐγγύθεν ἱστάμενος," ἄδικος δὲ ὢν μήτε τολμῷ "ὁρῶν φόνον αἱματόεντα" μήτε νικῷ θέων "Θρηίκιον Βορέην," μήτε ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기