호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ μαθητὴσ ἀλλὰ διδάσκαλοσ, ὥσ γε τὸ δίκαιον, θεατῶν μᾶλλον ὁ κριτὴσ καθίζει, καὶ ἐναντιωσόμενοσ τοῖσ τὴν ἡδονὴν μὴ προσηκόντωσ μηδὲ ὀρθῶσ ἀποδιδοῦσι θεαταῖσ. ἐξῆν γὰρ δὴ τῷ παλαιῷ τε καὶ Ἑλληνικῷ νόμῳ, <οὐ> καθάπερ ὁ Σικελικόσ τε καὶ Ἰταλικὸσ νόμοσ νῦν, τῷ πλήθει τῶν θεατῶν ἐπιτρέπων καὶ τὸν νικῶντα διακρίνων χειροτονίαισ, διέφθαρκε μὲν τοὺσ ποιητὰσ αὐτούσ ‐ πρὸσ γὰρ τὴν τῶν κριτῶν ἡδονὴν ποιοῦσιν οὖσαν φαύλην, ὥστε αὐτοὶ αὐτοὺσ οἱ θεαταὶ παιδεύουσιν ‐ διέφθαρκεν δ’ αὐτοῦ τοῦ θεάτρου τὰσ ἡδονάσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기