호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγε δή· προσφέροντεσ τῷ θαύματι τούτῳ τὴν μέθην, ποῖόν τί ποτε αὐτὸ ἀπεργαζόμεθα; πρὸσ τί δὲ σκοπούμενοσ αὐτὸ ἐπανερωτᾷσ; οὐδέν πω πρὸσ ὅτι, τοῦτο δὲ ὅλωσ κοινωνῆσαν τούτῳ ποῖόν τι συμπίπτει γίγνεσθαι. ἔτι δὲ σαφέστερον ὃ βούλομαι πειράσομαι φράζειν. ἐρωτῶ γὰρ τὸ τοιόνδε· ἆρα σφοδροτέρασ τὰσ ἡδονὰσ καὶ λύπασ καὶ θυμοὺσ καὶ ἔρωτασ ἡ τῶν οἴνων πόσισ ἐπιτείνει; πολύ γε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기