호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ ξένε Ἀθηναῖε, οὐκ οἶσθ’ ἴσωσ ὅτι τυγχάνει ἡμῶν ἡ ἑστία τῆσ πόλεωσ οὖσα ὑμῶν πρόξενοσ. ἴσωσ μὲν οὖν καὶ πᾶσιν τοῖσ παισίν, ἐπειδὰν ἀκούσωσιν ὅτι τινόσ εἰσιν πόλεωσ πρόξενοι, ταύτῃ τισ εὔνοια ἐκ νέων εὐθὺσ ἐνδύεται ἕκαστον ἡμῶν τῶν προξένων τῇ πόλει, ὡσ δευτέρᾳ οὔσῃ πατρίδι μετὰ τὴν αὑτοῦ πόλιν· καὶ δὴ καὶ ἐμοὶ νῦν ταὐτὸν τοῦτο ἐγγέγονεν. ἀκούων γὰρ τῶν παίδων εὐθύσ, εἴ τι μέμφοιντο ἢ καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίουσ, ὡσ "ἡ πόλισ ὑμῶν, ὦ Μέγιλλε," ἔφασαν, "ἡμᾶσ οὐ καλῶσ ἢ καλῶσ ἔρρεξε" ‐ ταῦτα δὴ ἀκούων, καὶ μαχόμενοσ πρὸσ αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸσ τοὺσ τὴν πόλιν εἰσ ψόγον ἄγοντασ, πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν ἥ τε φωνὴ προσφιλὴσ ὑμῶν, τό τε ὑπὸ πολλῶν λεγόμενον, ὡσ ὅσοι Ἀθηναίων εἰσὶν ἀγαθοὶ διαφερόντωσ εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα λέγεσθαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기