호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔχε δή· τῶν πολλῶν κοινωνιῶν συμπότασ καὶ συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι; καὶ σφόδρα γε. ταύτην οὖν μῶν ὀρθῶσ γιγνομένην ἤδη τισ πώποτε ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡσ οὐδεπώποτε τὸ παράπαν ‐ οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμον ‐ ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖσ καὶ πολλαχοῦ, καὶ προσέτι πάσασ ὡσ ἔποσ εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην μὲν οὐδεμίαν ὀρθῶσ γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δ’ εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθ’ ὡσ εἰπεῖν διημαρτημένα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기