호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶσ οὖν δὴ λέγεισ; δοκοῦσί μοι πάντεσ οἱ λόγῳ τι λαβόντεσ ἐπιτήδευμα, καὶ προθέμενοι ψέγειν αὐτὸ ἢ ἐπαινεῖν εὐθὺσ ῥηθέν, οὐδαμῶσ δρᾶν κατὰ τρόπον, ἀλλὰ ταὐτὸν ποιεῖν οἱο͂ν εἰ δή τισ, ἐπαινέσαντόσ τινοσ πυροὺσ βρῶμα ὡσ ἀγαθόν, εὐθὺσ ψέγοι, μὴ διαπυθόμενοσ αὐτοῦ μήτε τὴν ἐργασίαν μήτε τὴν προσφοράν, ὅντινα τρόπον καὶ οἷστισι καὶ μεθ’ ὧν καὶ ὅπωσ ἔχοντα καὶ ὅπωσ προσφέρειν ἔχουσιν. νῦν δὴ ταὐτόν μοι δοκοῦμεν ἡμεῖσ ἐν τοῖσ λόγοισ ποιεῖν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기