호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν δ οὕτω πάνυ μόγις ἐχωρίσθη. φαίνεται. τούτου δέ γ ἕτερον ἔτι χαλεπώτερον λείπεται τῷ συγγενές τε ὁμοῦ τ εἶναι μᾶλλον τῷ βασιλικῷ γένει καὶ δυσκαταμαθητότερον: καί μοι φαινόμεθα τοῖς τὸν χρυσὸν καθαίρουσι πάθος ὅμοιον πεπονθέναι. πῶς· Γῆν που καὶ λίθους καὶ πόλλ ἄττα ἕτερα ἀποκρίνουσι καὶ ἐκεῖνοι πρῶτον οἱ δημιουργοί: μετὰ δὲ ταῦτα λείπεται συμμεμειγμένα τὰ συγγενῆ τοῦ χρυσοῦ τίμια καὶ πυρὶ μόνον ἀφαιρετά, χαλκὸς καὶ ἄργυρος, ἔστι δ ὅτε καὶ ἀδάμας, <ἃ> μετὰ βασάνων ταῖς ἑψήσεσι μόγις ἀφαιρεθέντα τὸν λεγόμενον ἀκήρατον χρυσὸν εἰάσεν ἡμᾶς ἰδεῖν αὐτὸν μόνον ἐφ ἑαυτοῦ. λέγεται γὰρ οὖν δὴ ταῦτα οὕτω γίγνεσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기