호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κινδυνεύομεν. οὐκοῦν κἄν τισ ἄρα ἐπιστήμων ὄντωσ ὢν εἷσ ἄρχῃ, πάντωσ τό γε ὄνομα ταὐτὸν βασιλεὺσ καὶ οὐδὲν ἕτερον προσρηθήσεται· δι’ ἃ δὴ τὰ πέντε ὀνόματα τῶν νῦν λεγομένων πολιτειῶν ἓν μόνον γέγονεν. ἐοίκε γοῦν. τί δ’ ὅταν μήτε κατὰ νόμουσ μήτε κατὰ ἔθη πράττῃ τισ εἷσ ἄρχων, προσποιῆται δὲ ὥσπερ ὁ ἐπιστήμων ὡσ ἄρα παρὰ τὰ γεγραμμένα τό γε βέλτιστον ποιητέον, ᾖ δέ τισ ἐπιθυμία καὶ ἄγνοια τούτου τοῦ μιμήματοσ ἡγουμένη, μῶν οὐ τότε τὸν τοιοῦτον ἕκαστον τύραννον κλητέον;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기