호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ γάρ που μετρητικὴ περὶ πάντ’ ἐστὶ ταῦτα. ναί. διέλωμεν τοίνυν αὐτὴν δύο μέρη· δεῖ γὰρ δὴ πρὸσ ὃ νῦν σπεύδομεν. λέγοισ ἂν τὴν διαίρεσιν ὅπῃ. τῇδε· τὸ μὲν κατὰ τὴν πρὸσ ἄλληλα μεγέθουσ καὶ σμικρότητοσ κοινωνίαν, τὸ δὲ τὸ κατὰ τὴν τῆσ γενέσεωσ ἀναγκαίαν οὐσίαν. πῶσ λέγεισ; ἆρ’ οὐ κατὰ φύσιν δοκεῖ σοι τὸ μεῖζον μηδενὸσ ἑτέρου δεῖν μεῖζον λέγειν ἢ τοῦ ἐλάττονοσ, καὶ τοὔλαττον αὖ τοῦ μείζονοσ ἔλαττον, ἄλλου δὲ μηδενόσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기