- 텍스트

Plato, Cratylus, Theaetetus, Sophist, Statesman, Πολιτικός? 137:

(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Πολιτικός 137:)

καὶ τῶν ἀτρήτων τὰ μὲν νεύρινα φυτῶν ἐκ γῆς, τὰ δὲ τρίχινα: τῶν δὲ τριχίνων τὰ μὲν ὕδασι καὶ γῇ κολλητά, τὰ δὲ αὐτὰ αὑτοῖς συνδετά. τούτοισι δὴ τοῖς ἐκ τῶν ἑαυτοῖς συνδουμένων ἐργασθεῖσιν ἀμυντηρίοις καὶ σκεπάσμασι τὸ μὲν ὄνομα ἱμάτια ἐκαλέσαμεν: τὴν δὲ τῶν ἱματίων μάλιστα ἐπιμελουμένην τέχνην, ὥσπερ τότε τὴν τῆς πόλεως πολιτικὴν εἴπομεν, οὕτω καὶ νῦν ταύτην προσείπωμεν ἀπ αὐτοῦ τοῦ πράγματος ἱματιουργικήν·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION