호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ γῆσ γὰρ ἀνεβιώσκοντο πάντεσ, οὐδὲν μεμνημένοι τῶν πρόσθεν· ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺσ δὲ ἀφθόνουσ εἶχον ἀπό τε δένδρων καὶ πολλῆσ ὕλησ ἄλλησ, οὐχ ὑπὸ γεωργίασ φυομένουσ, ἀλλ’ αὐτομάτησ ἀναδιδούσησ τῆσ γῆσ. γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντεσ τὰ πολλὰ ἐνέμοντο· τὸ γὰρ τῶν ὡρῶν αὐτοῖσ ἄλυπον ἐκέκρατο, μαλακὰσ δὲ εὐνὰσ εἶχον ἀναφυομένησ ἐκ γῆσ πόασ ἀφθόνου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기