호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δῆλον δὴ γὰρ παντί. πῶς δ οὔ· πᾶς μὲν δὴ τό γε ξηροτροφικὸν τῆς ἀγελαιοτροφίας διέλοιτ ἂν φῦλον. πῶς· τῷ πτηνῷ τε καὶ πεζῷ διορισάμενος. ἀληθέστατα. τί δέ· τὸ πολιτικὸν ἦ περὶ τὸ πεζὸν ζητητέον· ἢ οὐκ οἰεί καὶ τὸν ἀφρονέστατον ὡς ἔπος εἰπεῖν δοξάζειν οὕτως· ἔγωγε. τὴν δὲ πεζονομικήν, καθάπερ ἄρτι τὸν ἀριθμόν, δεῖ τεμνομένην δίχα ἀποφαίνειν. δῆλον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기