호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱο῀ν τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος. τετμήσθω. τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δ αὖ τὰ πρὸς θεῶν, θεῖα. ναί. τὰ δέ γ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δ ὑπολοίπω σχεδὸν μάλιστ ἂν λεγοίσθην εἰδωλοποιικώ: καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기