호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κομιδῇ δέ γε, ὦ ξένε, ἐοίκεν ἀληθὲσ εἶναι τὸ περὶ τὸν σοφιστὴν κατ’ ἀρχὰσ λεχθέν, ὅτι δυσθήρευτον εἰή τὸ γένοσ. φαίνεται γὰρ οὖν προβλημάτων γέμειν, ὧν ἐπειδάν τι προβάλῃ, τοῦτο πρότερον ἀναγκαῖον διαμάχεσθαι πρὶν ἐπ’ αὐτὸν ἐκεῖνον ἀφικέσθαι. νῦν γὰρ μόγισ μὲν τὸ μὴ ὂν ὡσ οὐκ ἔστι προβληθὲν διεπεράσαμεν, ἕτερον δὲ προβέβληται, καὶ δεῖ δὴ ψεῦδοσ ὡσ ἔστι καὶ περὶ λόγον καὶ περὶ δόξαν ἀποδεῖξαι, καὶ μετὰ τοῦτο ἴσωσ ἕτερον, καὶ ἔτ’ ἄλλο μετ’ ἐκεῖνο·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기