호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ γὰρ μὴ ὂν οὔτε διανοεῖσθαί τινα οὔτε λέγειν· οὐσίασ γὰρ οὐδὲν οὐδαμῇ τὸ μὴ ὂν μετέχειν. ἦν ταῦτα. νῦν δέ γε τοῦτο μὲν ἐφάνη μετέχον τοῦ ὄντοσ, ὥστε ταύτῃ μὲν ἴσωσ οὐκ ἂν μάχοιτο ἔτι· τάχα δ’ ἂν φαίη τῶν εἰδῶν τὰ μὲν μετέχειν τοῦ μὴ ὄντοσ, τὰ δ’ οὔ, καὶ λόγον δὴ καὶ δόξαν εἶναι τῶν οὐ μετεχόντων, ὥστε τὴν εἰδωλοποιικὴν καὶ φανταστικήν, ἐν ᾗ φαμεν αὐτὸν εἶναι, διαμάχοιτ’ ἂν πάλιν ὡσ παντάπασιν οὐκ ἔστιν, ἐπειδὴ δόξα καὶ λόγοσ οὐ κοινωνεῖ τοῦ μὴ ὄντοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기