- 텍스트

Plato, Cratylus, Theaetetus, Sophist, Statesman, Σοφιστής? 216:

(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Σοφιστής 216:)

οὐ γὰρ οὖν. τί δέ· ἔσται πότερον αὐτῶν οὐσίας μὴ προσκοινωνοῦν· οὐκ ἔσται. ταχὺ δὴ ταύτῃ γε τῇ συνομολογίᾳ πάντα ἀνάστατα γέγονεν, ὡς ἐοίκεν, ἅμα τε τῶν τὸ πᾶν κινούντων καὶ τῶν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατ εἴδη τὰ ὄντα κατὰ ταὐτὰ ὡσαύτως ἔχοντα εἶναί φασιν ἀεί: πάντες γὰρ οὗτοι τό γε εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαι λέγοντες, οἱ δὲ ὄντως ἑστηκότ εἶναι. κομιδῇ μὲν οὖν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION