호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μήπω μέγ’ εἴπῃσ· ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν. ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει. πῶσ φῄσ; λέγε καὶ μηδὲν ἀποκνήσῃσ. τῷ μὲν ὄντι που προσγένοιτ’ ἄν τι τῶν ὄντων ἕτερον. πῶσ γὰρ οὔ; μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι; καὶ πῶσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기