호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ καὶ τῇδε ἴδωμεν: οὐ γάρ τι φαύλης μέτοχόν ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλ εὖ μάλα ποικίλης. καὶ γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ τοῦτο ὃ νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλ ἕτερον εἶναί τι γένος. πῇ δή· τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν. ἦν γὰρ οὖν. τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν· εἰρήσθω. καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기