호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεται γὰρ οὖν. τοῦ τοίνυν ἀγκιστρευτικοῦ τῆσ πληκτικῆσ τὸ μὲν ἄνωθεν εἰσ τὸ κάτω γιγνόμενον διὰ τὸ τοῖσ τριόδουσιν οὕτω μάλιστα χρῆσθαι τριοδοντία τισ οἶμαι κέκληται. φασὶ γοῦν τινέσ. τὸ δέ γε λοιπόν ἐστιν ἓν ἔτι μόνον ὡσ εἰπεῖν εἶδοσ. τὸ ποῖον; τὸ τῆσ ἐναντίασ ταύτῃ πληγῆσ, ἀγκίστρῳ τε γιγνόμενον καὶ τῶν ἰχθύων οὐχ ᾗ τισ ἂν τύχῃ τοῦ σώματοσ, ὥσπερ τοῖσ τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ στόμα τοῦ θηρευθέντοσ ἑκάστοτε, καὶ κάτωθεν εἰσ τοὐναντίον ἄνω ῥάβδοισ καὶ καλάμοισ ἀνασπώμενον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기