호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτοισ οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα; κατὰ σμικρὸν γὰρ προϊόντεσ λελήθαμεν ἀμφοτέρων εἰσ τὸ μέσον πεπτωκότεσ, καὶ ἂν μή πῃ ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἱ ἐν ταῖσ παλαίστραισ διὰ γραμμῆσ παίζοντεσ, ὅταν ὑπ’ ἀμφοτέρων ληφθέντεσ ἕλκωνται εἰσ τἀναντία. δοκεῖ οὖν μοι τοὺσ ἑτέρουσ πρότερον σκεπτέον, ἐφ’ οὕσπερ ὡρμήσαμεν, τοὺσ ῥέοντασ, καὶ ἐὰν μέν τι φαίνωνται λέγοντεσ, συνέλξομεν μετ’ αὐτῶν ἡμᾶσ αὐτούσ, τοὺσ ἑτέρουσ ἐκφυγεῖν πειρώμενοι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기