- 텍스트

Plato, Cratylus, Theaetetus, Sophist, Statesman, Θεαίτητος? 178:

(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Θεαίτητος 178:)

οὐκοῦν τὴν αὑτοῦ ἂν ψευδῆ συγχωροῖ, εἰ τὴν τῶν ἡγουμένων αὐτὸν ψεύδεσθαι ὁμολογεῖ ἀληθῆ εἶναι· ἀνάγκη. οἱ δέ γ ἄλλοι οὐ συγχωροῦσιν ἑαυτοῖς ψεύδεσθαι· οὐ γὰρ οὖν. ὁ δέ γ αὖ ὁμολογεῖ καὶ ταύτην ἀληθῆ τὴν δόξαν ἐξ ὧν γέγραφεν. φαίνεται. ἐξ ἁπάντων ἄρα ἀπὸ Πρωταγόρου ἀρξαμένων ἀμφισβητήσεται, μᾶλλον δὲ ὑπό γε ἐκείνου ὁμολογήσεται, ὅταν τῷ τἀναντία λέγοντι συγχωρῇ ἀληθῆ αὐτὸν δοξάζειν, τότε καὶ ὁ Πρωταγόρας αὐτὸς συγχωρήσεται μήτε κύνα μήτε τὸν ἐπιτυχόντα ἄνθρωπον μέτρον εἶναι μηδὲ περὶ ἑνὸς οὗ ἂν μὴ μάθῃ. οὐχ οὕτως·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION