호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω τισ ἔρωσ δεινὸσ ἐνδέδυκε τῆσ περὶ ταῦτα γυμνασίασ. μὴ οὖν μηδὲ σὺ φθονήσῃσ προσανατριψάμενοσ σαυτόν τε ἅμα καὶ ἐμὲ ὀνῆσαι. οὐδὲν ἔτι ἀντιλέγω, ἀλλ’ ἄγε ὅπῃ ’θέλεισ· πάντωσ τὴν περὶ ταῦτα εἱμαρμένην ἣν <ἂν> σὺ ἐπικλώσῃσ δεῖ ἀνατλῆναι ἐλεγχόμενον. οὐ μέντοι περαιτέρω γε ὧν προτίθεσαι οἱο͂́σ τ’ ἔσομαι παρασχεῖν ἐμαυτόν σοι. ἀλλ’ ἀρκεῖ καὶ μέχρι τούτων. καί μοι πάνυ τήρει τὸ τοιόνδε, μή που παιδικόν τι λάθωμεν εἶδοσ τῶν λόγων ποιούμενοι, καί τισ πάλιν ἡμῖν αὐτὸ ὀνειδίσῃ. ἀλλὰ δὴ πειράσομαί γε καθ’ ὅσον ἂν δύνωμαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기